Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.65.8 Polyb. 2.66.1 (English) >>Polyb. 2.66.9

2.65.11 Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς· 2.65.12 οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος· 2.65.13 διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι

2.66.1

προχείρως ἀπέγνω, στρατοπεδεύσας δʼ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς, 2.66.2 ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας. 2.66.3 οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, 2.66.4 τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας τύχη συνέβαλε τούτους τοὺς ἄνδρας. 2.66.5 πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.65.8 Polyb. 2.66.1 (English) >>Polyb. 2.66.9

Powered by PhiloLogic