Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.65.11 Polyb. 2.66.6 (English) >>Polyb. 2.67.2

2.66.3 οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, 2.66.4 τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας τύχη συνέβαλε τούτους τοὺς ἄνδρας. 2.66.5 πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας. 2.66.6 ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε· τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν. 2.66.7 τοὺς δʼ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους. 2.66.8 αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην. 2.66.9 προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων· ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων. 2.66.10 σύνθημα δʼ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόναπροσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.65.11 Polyb. 2.66.6 (English) >>Polyb. 2.67.2

Powered by PhiloLogic