2.67.2 οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατʼ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους,
2.67.3 ὡς ἂν τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπικειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως. ἐν ᾧ καιρῷ συννοήσας τὸ γινόμενον,
2.67.4 ἅμα δὲ προορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προεστῶσι τὸ συμβησόμενον·
2.67.5 οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτʼ ἐφʼ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν, παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς.
2.67.6 οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατʼ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρχῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρʼ αὑτῶν ἱππεῦσι.
2.67.7 τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους.
2.67.8 ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.