Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.67.3 Polyb. 2.68.2 (English) >>Polyb. 2.68.9

2.67.7 τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους. 2.67.8 ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.

2.68.1

Ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα καταπειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱππέων Ἀλεξάνδρου διὰ τί πρὸ τοῦ παραδοθῆναι τὸ σύνθημα τοῦ κινδύνου κατάρξαιτο. 2.68.2 τοῦ δʼ ἀρνουμένου, φάσκοντος δὲ μειράκιόν τι Μεγαλοπολιτικὸν προεγχειρῆσαι παρὰ τὴν ἑαυτοῦ γνώμην, εἰπεῖν διότι τὸ μὲν μειράκιον ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι, συνθεασάμενον τὸν καιρόν, ἐκεῖνος δʼ ἡγεμὼν ὑπάρχων μειρακίου τοῦ τυχόντος. 2.68.3 οὐ μὴν ἀλλʼ οἵ γε περὶ τὸν Εὐκλείδαν ὁρῶντες προσβαινούσας τὰς σπείρας, ἀφέμενοι τοῦ χρῆσθαι ταῖς τῶν τόπων εὐκαιρίαις2.68.4 τοῦτο δʼ ἦν ἐκ πολλοῦ συναντῶντας καὶ προσπίπτοντας τοῖς πολεμίοις τὰ μὲν ἐκείνων στίφη συνταράττειν καὶ διαλύειν, αὐτοὺς δʼ ὑποχωρεῖν ἐπὶ πόδα καὶ μεθίστασθαι πρὸς τοὺς ὑπερδεξίους ἀεὶ τόπους ἀσφαλῶς· 2.68.5 οὕτω γὰρ ἂν προλυμηνάμενοι καὶ συγχέαντες τὸ τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως ἰδίωμα τῶν ὑπεναντίων ῥᾳδίως αὐτοὺς ἐτρέψαντο διὰ τὴν τῶν τόπων εὐφυΐαν2.68.6 τούτων μὲν οὐδὲν ἐποίησαν, καθάπερ δʼ ἐξ ἑτοίμου σφίσι τῆς νίκης ὑπαρχούσης τοὐναντίον ἔπραξαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.67.3 Polyb. 2.68.2 (English) >>Polyb. 2.68.9

Powered by PhiloLogic