Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.69.8 Polyb. 2.70.3 (English) >>Polyb. 2.71.2

2.70.1

Ἀντίγονος δʼ ἐγκρατὴς γενόμενος ἐξ ἐφόδου τῆς Σπάρτης τά τε λοιπὰ μεγαλοψύχως καὶ φιλανθρώπως ἐχρήσατο τοῖς Λακεδαιμονίοις, τό τε πολίτευμα τὸ πάτριον αὐτοῖς ἀποκαταστήσας ἐν ὀλίγαις ἡμέραις ἀνέζευξε μετὰ τῶν δυνάμεων ἐκ τῆς πόλεως, προσαγγελθέντος αὐτῷ τοὺς Ἰλλυριοὺς εἰσβεβληκότας εἰς Μακεδονίαν πορθεῖν τὴν χώραν. 2.70.2 οὕτως ἀεί ποθʼ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λόγον εἴωθε κρίνειν. 2.70.3 καὶ γὰρ τότε Κλεομένης, εἴτε τὰ κατὰ τὸν κίνδυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἴτʼ ἀναχωρήσας ἀπὸ τῆς μάχης εἰς τὴν πόλιν ἐπὶ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακατέσχεν ἂν τὴν ἀρχήν. 2.70.4 οὐ μὴν ἀλλʼ γʼ Ἀντίγονος παραγενόμενος εἰς Τεγέαν καὶ τούτοις ἀποδοὺς τὴν πάτριον πολιτείαν δευτεραῖος ἐντεῦθεν εἰς Ἄργος ἐπʼ αὐτὴν ἦλθε τὴν τῶν Νεμέων πανήγυριν. 2.70.5 ἐν τυχὼν πάντων τῶν πρὸς ἀθάνατον δόξαν καὶ τιμὴν ἀνηκόντων ὑπό τε τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ κατʼ ἰδίαν ἑκάστης τῶν πόλεων ὥρμησε κατὰ σπουδὴν εἰς Μακεδονίαν. 2.70.6 καταλαβὼν δὲ τοὺς Ἰλλυριοὺς ἐν τῇ χώρᾳ καὶ συμβαλὼν ἐκ παρατάξεως τῇ μὲν μάχῃ κατώρθωσε, τῇ δὲ παρακλήσει καὶ κραυγῇ τῇ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκθύμως χρησάμενος εἰς αἵματος ἀναγωγὴν καί τινα τοιαύτην διάθεσιν ἐμπεσὼν μετʼ οὐ πολὺ νόσῳ τὸν βίον μετήλλαξε,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.69.8 Polyb. 2.70.3 (English) >>Polyb. 2.71.2

Powered by PhiloLogic