Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.8.10 Polyb. 2.9.5 (English) >>Polyb. 2.10.3

2.9.2 ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ χάριν, ἔργῳ δʼ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν. 2.9.3 τῶν δʼ Ἐπιδαμνίων ἀκάκως ἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡς ὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺς φυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος. 2.9.4 ἐπιγενομένης δὲ κατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτους ῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν. 2.9.5 τῶν δʼ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰ τὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺς ἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως. 2.9.6 Ἐπιδάμνιοι μὲν οὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον. 2.9.7 τῶν δʼ Ἰλλυριῶν οἱ προεστῶτες κατὰ σπουδὴν ἀναχθέντες καὶ συνάψαντες τοῖς προπλέουσι κατῆραν εἰς τὴν Κέρκυραν· καὶ ποιησάμενοι καταπληκτικὴν τὴν ἀπόβασιν ἐνεχείρησαν πολιορκεῖν τὴν πόλιν. 2.9.8 ὧν συμβαινόντων οἱ Κερκυραῖοι δυσχρηστούμενοι καὶ δυσελπίστως διακείμενοι τοῖς ὅλοις ἐπρεσβεύοντο πρός τε τοὺς Ἀχαιοὺς καὶ τοὺς Αἰτωλούς, ἅμα δὲ τούτοις Ἀπολλωνιᾶται καὶ Ἐπιδάμνιοι, δεόμενοι σφίσι βοηθεῖν κατὰ σπουδὴν καὶ μὴ περιιδεῖν σφᾶς αὐτοὺς ἀναστάτους γενομένους ὑπὸ τῶν Ἰλλυριῶν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 2.8.10 Polyb. 2.9.5 (English) >>Polyb. 2.10.3

Powered by PhiloLogic