Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 19 Polyb. 20 (English) >>Polyb. 21

Olymp. 147, 1. I. Res Graeciae 20.1.1

Καὶ αὖθις Πολύβιος· Τριάκοντα τῶν ἀποκλήτων προεχειρίσαντο τοὺς συνεδρεύσοντας μετὰ τοῦ βασιλέως. Καὶ αὖθις· δὲ συνῆγε τοὺς ἀποκλήτους καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων. —

20.2.1

Ὅτι Φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παραγενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύσονται περὶ τῶν παρακαλουμένων. —

20.3.1

Ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον. 20.3.2 οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν· 20.3.3 ἀλλʼ εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν· 20.3.4 εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον. 20.3.5 οἱ δʼ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον. 20.3.6 δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων, 20.3.7 τοῖς δʼ Ἠλείοις ἐξαπέστειλε χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα. —

20.4.1

Ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας. 20.4.2 οὗτοι γὰρ μεγάλην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδʼ ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον. 20.4.3 ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλʼ ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφʼ ὅσον οἷοί τʼ ἦσαν ἠμαύρωσαν. 20.4.4 Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς. 20.4.5 ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς, 20.4.6 ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστʼ ἀπʼ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδʼ ἐκοινώνησαν οὔτε πράξεως οὔτʼ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος, 20.4.7 ἀλλʼ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.

20.5.1

Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον. 20.5.2 μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος. 20.5.3 ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι. 20.5.4 βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. 20.5.5 διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες. 20.5.6 οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης. 20.5.7 Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ. 20.5.8 κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός, 20.5.9 καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν. 20.5.10 τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. δʼ Ἀντίγονος, 20.5.11 ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν. 20.5.12 διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην. 20.5.13 οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φίλιππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν. 20.5.14

Τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως

20.6.1

καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντʼ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρʼ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων, 20.6.2 ἀλλʼ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων. 20.6.3 ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, διʼ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν. πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην 20.6.4 Ὀφέλτας, αἰεί τι προσεπινοῶν κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως. 20.6.5 τούτοις δʼ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρʼ αὐτοῖς πρότερον, ἀλλʼ εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν· 20.6.6 πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. 20.6.7 διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν. 20.6.8 Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατʼ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης. 20.6.9 βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς. 20.6.10 οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις. 20.6.11 οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει. 20.6.12 πανικοῦ δʼ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.

20.7.1

Τοιαύτην δʼ ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιππον καὶ τοὺς κατʼ Ἀντίοχον καιρούς. 20.7.2 ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλʼ ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην. — 20.7.3

Ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν Ῥωμαίων, 20.7.4 τῇ δʼ ἀληθείᾳ καχεκτοῦντες ἦσαν ταῖς ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας. 20.7.5 καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας. —

20.8.1

Ἀντίοχος δὲ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. 20.8.2 ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων. 20.8.3 ἦν δʼ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα. 20.8.4 καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδʼ ἡντινοῦν ποιούμενος πρόνοιαν, ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. 20.8.5 ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.

Nec praeter quingentos, 20.8.6 qui circa regem fuerunt, ex toto exercitu quisquam effugit, etiam ex decem milibus militum, quos Polybio auctore traiecisse secum regem in Graeciam scripsimus, exiguus numerus.

20.9.1

Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. 20.9.2 ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλεπον· 20.9.3 οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. 20.9.4 γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν, περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας· 20.9.5 δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετʼ αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο. 20.9.6 γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. 20.9.7 οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προφερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους· 20.9.8 δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων διʼ ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας διʼ Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς. 20.9.9 διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις. 20.9.10 οἱ δʼ Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, 20.9.11 οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες, ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν ἐλέους ὑπάρξοντος. 20.9.12 παρὰ δὲ Ῥωμαίοις ἰσοδυναμεῖ τό τʼ εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι.

20.10.1

Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν· 20.10.2 οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. 20.10.3 δὲ Μάνιος μεταλαβών Οὐκοῦν οὕτως ἔχει ταῦτα, φησίν, 20.10.4 ἄνδρες Αἰτωλοί; τῶν δὲ κατανευσάντων, Τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατʼ ἰδίαν μήτε μετὰ κοινοῦ δόγματος, 20.10.5 δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην, ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς. 20.10.6 δὲ Φαινέας μεσολαβήσας Ἀλλʼ οὔτε δίκαιον, ἔφησεν, οὔθʼ Ἑλληνικόν ἐστιν, στρατηγέ, τὸ παρακαλούμενον. 20.10.7 δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις, Ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε φησὶ καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτʼ ἐμοὶ δόξῃ. 20.10.8 ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον. 20.10.9 οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων· 20.10.10 δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί. τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν Φαινέας· 20.10.11 ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα. 20.10.12 τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν· 20.10.13 παραγενόμενοι δʼ εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης. 20.10.14 διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων. 20.10.15 διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον. 20.10.16 τοῦ δʼ ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ βασιλέως εἰς αὑτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς εἰρήνης. 20.10.17 ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς.

20.11.1

Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι. 20.11.2 παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφʼ ἧς ὥρμηθʼ ἡμέρας· 20.11.3 καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς δὲ Μακεδόνας ἀφεστῶτας μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, 20.11.4 τὰ μὲν χρήματʼ εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν. 20.11.5 ἐμπεσὼν δʼ εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, προσδοκῶν πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν παραδοθήσεσθαι τοῖς Ῥωμαίοις. 20.11.6 τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον. 20.11.7 μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὑτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατʼ ἀλλήλων καιροῖς. 20.11.8 ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. 20.11.9 δὲ

Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ. 20.11.10 διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. —

Κόραξ, 20.11.11 ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. —

Ἀπεράντεια, πόλις Θεσσαλίας. 20.11.12 Πολύβιος εἰκοστῷ. —

20.12.1

ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλʼ ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, 20.12.2 ἕως ἂν ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. 20.12.3 τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, μὲν Τιμόλαος περιχαρὴς ἦν, 20.12.4 ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, δὲ Φιλοποίμην ἥξειν ἔφη μετʼ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων. 20.12.5 ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δʼ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς. 20.12.6 τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, 20.12.7 ἵνʼ οἱ μὲν φίλοι τηροῦντες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δʼ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ συνηγορεῖν αὐτοῖς ἀναγκάζωνται σιωπῶντες μηδὲν δύνωνται βλάπτειν.

20.12.8 II. Fragmentum Incertae Sedis

Ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις κατὰ τὴν ἐνάργειαν πίστις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 19 Polyb. 20 (English) >>Polyb. 21

Powered by PhiloLogic