Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.11.7 Polyb. 20.12.2 (English) >>Polyb. 20.12.8

20.11.10 διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. —

Κόραξ, 20.11.11 ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. —

Ἀπεράντεια, πόλις Θεσσαλίας. 20.11.12 Πολύβιος εἰκοστῷ. —

20.12.1

ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλʼ ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, 20.12.2 ἕως ἂν ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. 20.12.3 τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, μὲν Τιμόλαος περιχαρὴς ἦν, 20.12.4 ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, δὲ Φιλοποίμην ἥξειν ἔφη μετʼ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων. 20.12.5 ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δʼ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.11.7 Polyb. 20.12.2 (English) >>Polyb. 20.12.8

Powered by PhiloLogic