Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.3.7 Polyb. 20.4.7 (English) >>Polyb. 20.5.8

20.4.5 ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς, 20.4.6 ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστʼ ἀπʼ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδʼ ἐκοινώνησαν οὔτε πράξεως οὔτʼ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος, 20.4.7 ἀλλʼ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.

20.5.1

Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον. 20.5.2 μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος. 20.5.3 ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι. 20.5.4 βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. 20.5.5 διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.3.7 Polyb. 20.4.7 (English) >>Polyb. 20.5.8

Powered by PhiloLogic