Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.7.1 Polyb. 20.8.5 (English) >>Polyb. 20.9.8

20.8.1

Ἀντίοχος δὲ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. 20.8.2 ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων. 20.8.3 ἦν δʼ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα. 20.8.4 καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδʼ ἡντινοῦν ποιούμενος πρόνοιαν, ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. 20.8.5 ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.

Nec praeter quingentos, 20.8.6 qui circa regem fuerunt, ex toto exercitu quisquam effugit, etiam ex decem milibus militum, quos Polybio auctore traiecisse secum regem in Graeciam scripsimus, exiguus numerus.

20.9.1

Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. 20.9.2 ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλεπον· 20.9.3 οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 20.7.1 Polyb. 20.8.5 (English) >>Polyb. 20.9.8

Powered by PhiloLogic