21.10.5 οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτʼ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι.
21.10.6 εὐσχήμονα γάρ ἔφη πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις;
21.10.7 καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας;
21.10.8 χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα.
21.10.9 λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς·
21.10.10 ἔπειτʼ, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπʼ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις.
21.10.11 ὁ μὲν οὖν Εὐμένης ταῦτʼ εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις.
21.10.12 ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν·