Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.11.3 Polyb. 21.11.10 (English) >>Polyb. 21.13.2

21.11.8 οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως. 21.11.9 ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον· 21.11.10 Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δʼ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας. 21.11.11 εἰς βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δʼ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν. 21.11.12 ὧν Προυσίας διακούσας ἐπʼ ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν. 21.11.13 Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διάβασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.11.3 Polyb. 21.11.10 (English) >>Polyb. 21.13.2

Powered by PhiloLogic