Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.11.13 Polyb. 21.13.6 (English) >>Polyb. 21.13.14

21.13.3 προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν πόλεμος ἔλαβε τὰς ἀρχάς· 21.13.4 ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον. 21.13.5 πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν. 21.13.6 ταύτας μὲν οὖν πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. 21.13.7 ἀφικόμενος δʼ εἰς τὸν Ἑλλήσποντον προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως, 21.13.8 τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, 21.13.9 πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ʼκείνου προαιρέσει. 21.13.10 αἴτιον δʼ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα. τοῦτο δʼ ἔστιν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.11.13 Polyb. 21.13.6 (English) >>Polyb. 21.13.14

Powered by PhiloLogic