Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.13.7 Polyb. 21.14.1 (English) >>Polyb. 21.14.9

21.13.12 τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ποτʼ ἂν χώρᾳ καταληφθῶσιν οἱ σάλιοι οὗτοι. 21.13.13 καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ· τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν. 21.13.14 διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα.

21.14.1

δʼ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, 21.14.2 φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων· 21.14.3 πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον. 21.14.4 πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς τῆς Εὐρώπης ὅροις· 21.14.5 καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων αὐτῆς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.13.7 Polyb. 21.14.1 (English) >>Polyb. 21.14.9

Powered by PhiloLogic