21.15.4 δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ διδόναι πλῆθος χρημάτων καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασιλέως προτεινομέναις διαλύσεσιν.
21.15.5 ὁ δὲ Πόπλιος τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπόσχεσιν·
21.15.6 περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος οὐ μόνον κατὰ τὴν πρὸς αὑτὸν ἔντευξιν, ἀλλὰ καὶ κατὰ τὴν πρὸς τὸ συνέδριον.
21.15.7 εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν.
21.15.8 ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τούτων, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων.
21.15.9 ὅτε δʼ ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνάμεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινόν, ἀλλὰ καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύσεων ἴσων, εἰκότως αὐτὸν ἀποτυγχάνειν καὶ διεψεῦσθαι τῶν ἐλπίδων.
21.15.10 διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύεσθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς ἀληθινῶς.