21.18.1
Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων·
21.18.2 σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην, διὰ τὸ πᾶσιν τότε καὶ πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι.
21.18.3 ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους.
21.18.4 ἐπειδὴ δʼ ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου.
21.18.5 τοῦ δʼ Εὐμένους φήσαντος διότι εἰ καὶ παρʼ ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτʼ ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον μήτʼ ἀξιοῦν μηδʼ ἓν πέρα τοῦ καθήκοντος·
21.18.6 ὁπότε δʼ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν·
21.18.7 τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δʼ ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν,