Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.18.2 Polyb. 21.18.9 (English) >>Polyb. 21.19.8

21.18.6 ὁπότε δʼ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν· 21.18.7 τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δʼ ἐγγινομένου μὲν βασιλεὺς ἐξεχώρησεν, 21.18.8 δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν. 21.18.9 ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον τὰ κατὰ τὴν Ἀσίαν. 21.18.10 δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν

21.19.1

ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθʼ αὑτόν, ἀλλὰ μεῖναι τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν· ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· 21.19.2 διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων. 21.19.3 ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς σφετέρας πατρίδος συμφερόντως σπουδάζοντας ἤπερ αὑτοὺς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν· 21.19.4 τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δʼ εἶναι ῥᾴδιον καταμαθεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.18.2 Polyb. 21.18.9 (English) >>Polyb. 21.19.8

Powered by PhiloLogic