Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.1.1 Polyb. 21.2.2 (English) >>Polyb. 21.3b.2

21.1.3 δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρʼ αὐτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν. 21.1.4 περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. —

21.2.1

Ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας ἐννέα21.2.2 τοῦτο δʼ ἔστιν σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων21.2.3 μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρʼ ἀμφοῖν λόγων, 21.2.4 ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθʼ αὑτοὺς χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. 21.2.5 τῶν δʼ Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος πόλεμος. 21.2.6

21.3.1

Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· 21.3.2 ἧκον γὰρ παρʼ αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.1.1 Polyb. 21.2.2 (English) >>Polyb. 21.3b.2

Powered by PhiloLogic