Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.19.11 Polyb. 21.20.8 (English) >>Polyb. 21.21.2

21.20.4 πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους· 21.20.5 τέλος δʼ εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. 21.20.6 ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξαταύτην γὰρ οὐχ οἷόν τʼ ἦν ὑπερθέσθαιτοῖς δὲ πράγμασιν ὑπερεθέμην. 21.20.7 οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ʼκείνῳ προσῆγον. 21.20.8 Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφʼ ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, 21.20.9 τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθʼ ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων. 21.20.10 τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.19.11 Polyb. 21.20.8 (English) >>Polyb. 21.21.2

Powered by PhiloLogic