21.21.2 καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθʼ ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δέ,
21.21.3 πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε,
21.21.4 ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρʼ οὐδὲν ποιήσεσθε.
21.21.5 τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρʼ ὑμῶν; ἐρῶ μετὰ παρρησίας,
21.21.6 ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον.
21.21.7 εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον·
21.21.8 καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας.
21.21.9 εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν.
21.21.10 νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν.