Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.21.1 Polyb. 21.21.9 (English) >>Polyb. 21.22.7

21.21.5 τί οὖν ἐστιν παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρʼ ὑμῶν; ἐρῶ μετὰ παρρησίας, 21.21.6 ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. 21.21.7 εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον· 21.21.8 καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας. 21.21.9 εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. 21.21.10 νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. 21.21.11 ἐπεὶ δὲ τοῦθʼ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον τοὺς πολεμίους γεγονότας εὐεργετεῖν.

21.22.1

μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. 21.22.2 μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. 21.22.3 οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.21.1 Polyb. 21.21.9 (English) >>Polyb. 21.22.7

Powered by PhiloLogic