Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.5 Polyb. 21.22.12 (English) >>Polyb. 21.23.6

21.22.9 ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. 21.22.10 εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, 21.22.11 τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. 21.22.12 εἰ δʼ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; 21.22.13 καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντʼ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν. 21.22.14 καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε 21.22.15 προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο

21.23.1

τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.5 Polyb. 21.22.12 (English) >>Polyb. 21.23.6

Powered by PhiloLogic