Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.10 Polyb. 21.23.4 (English) >>Polyb. 21.23.12

21.22.15 προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο

21.23.1

τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν. 21.23.2 οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλʼ ἕτερον. 21.23.3 οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις, χορηγίαν, ναῦς· 21.23.4 ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους οἱ θεοὶ πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες μὲν ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. 21.23.5 τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην; 21.23.6 δῆλον ὡς ἐπαίνου καὶ δόξης παρʼ ἀνθρώποις, καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. 21.23.7 γνοίητε δʼ ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθʼ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δʼ ἁπλῶς οὐδέν. 21.23.8 ἀλλʼ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ μάλα δικαίως·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.10 Polyb. 21.23.4 (English) >>Polyb. 21.23.12

Powered by PhiloLogic