Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.15 Polyb. 21.23.9 (English) >>Polyb. 21.24.4

21.23.6 δῆλον ὡς ἐπαίνου καὶ δόξης παρʼ ἀνθρώποις, καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. 21.23.7 γνοίητε δʼ ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθʼ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δʼ ἁπλῶς οὐδέν. 21.23.8 ἀλλʼ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ μάλα δικαίως· 21.23.9 τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. 21.23.10 τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς. 21.23.11 ἡμεῖς μὲν οὖν, ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν, 21.23.12 ἀλλʼ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς. 21.23.13

Οἱ μὲν οὖν Ῥόδιοι ταῦτʼ εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.22.15 Polyb. 21.23.9 (English) >>Polyb. 21.24.4

Powered by PhiloLogic