Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.24.8 Polyb. 21.24.15 (English) >>Polyb. 21.25.6

21.24.13 δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρʼ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον. 21.24.14 φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις. 21.24.15 τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν. 21.24.16

Ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· 21.24.17 οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.

II. Res Graeciae 21.25.1

Ὅτι Ἀμύνανδρος τῶν Ἀθαμάνων βασιλεύς, δοκῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίανἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους21.25.2 τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν διʼ Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.24.8 Polyb. 21.24.15 (English) >>Polyb. 21.25.6

Powered by PhiloLogic