Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.25.5 Polyb. 21.25.11 (English) >>Polyb. 21.26.8

21.25.9 ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης Δαμοτέλης τόν τε πόλεμον ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπʼ αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν. 21.25.10 ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περιεστώτων κακῶν τὴν Αἰτωλίαν. 21.25.11 ὁμοίως δὲ καὶ παρʼ αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην, Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον. ἔτι δʼ Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον. —

21.26.1

Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ Ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. 21.26.2 τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντωνσυνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν21.26.3 καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν, 21.26.4 κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν· δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.25.5 Polyb. 21.25.11 (English) >>Polyb. 21.26.8

Powered by PhiloLogic