Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.25 Polyb. 21.26 (English) >>Polyb. 21.27

21.26.1

Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ Ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. 21.26.2 τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντωνσυνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν21.26.3 καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν, 21.26.4 κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν· δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, 21.26.5 ἀναζεύξας στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν. 21.26.6 ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως. 21.26.7 καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον. 21.26.8 τοῖς δʼ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς. 21.26.9 συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις. 21.26.10 καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδʼ ὅλως ἀπήρεσκεν, ἀλλʼ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· 21.26.11 δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον φαίνεται, καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν. 21.26.12 οἱ δʼ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. 21.26.13 ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτʼ εἶναι πολύ. 21.26.14 καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων διακοσίων ταλάντων ἔχων οὐσίαν· καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφʼ μὴ δοῦναι τὰ τρία τάλαντα. 21.26.15 τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία. 21.26.16 τότε δʼ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· 21.26.17 μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. 21.26.18 οἱ δʼ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν. 21.26.19 ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.25 Polyb. 21.26 (English) >>Polyb. 21.27

Powered by PhiloLogic