Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.3 Polyb. 21.26.10 (English) >>Polyb. 21.26.17

21.26.7 καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον. 21.26.8 τοῖς δʼ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς. 21.26.9 συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις. 21.26.10 καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδʼ ὅλως ἀπήρεσκεν, ἀλλʼ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· 21.26.11 δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον φαίνεται, καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν. 21.26.12 οἱ δʼ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. 21.26.13 ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτʼ εἶναι πολύ.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.3 Polyb. 21.26.10 (English) >>Polyb. 21.26.17

Powered by PhiloLogic