Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.12 Polyb. 21.27.1 (English) >>Polyb. 21.27.9

21.26.17 μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. 21.26.18 οἱ δʼ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν. 21.26.19 ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —

21.27.1

Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου πολιορκούμενοι τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο. 21.27.2 οὗτος γὰρ ἀσφαλισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων τόπων, διεστῶτα μὲν ἀπʼ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν. 21.27.3 γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν. 21.27.4 τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους καὶ στύπη δρύινα· 21.27.5 τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτʼ ἔσω τοῦ τείχους, ὥστʼ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.12 Polyb. 21.27.1 (English) >>Polyb. 21.27.9

Powered by PhiloLogic