Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.19 Polyb. 21.27.8 (English) >>Polyb. 21.28.7

21.27.5 τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτʼ ἔσω τοῦ τείχους, ὥστʼ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων. 21.27.6 τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθʼ ἡμέραν προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. — 21.27.7

Τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν εἰς τὴν πόλιν, 21.27.8 παραγγείλας, καθʼ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας ποιήσασθαι, συνεπιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου. 21.27.9 αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς. —

21.28.1

Οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς ἀεί τι παρέλυον τῶν τειχῶν· 21.28.2 οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς. 21.28.3 διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.26.19 Polyb. 21.27.8 (English) >>Polyb. 21.28.7

Powered by PhiloLogic