Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.27.6 Polyb. 21.28.7 (English) >>Polyb. 21.28.13

21.28.3 διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς. 21.28.4 ἀσφαλισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς τὴν σύριγγα τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει σχεδὸν ἐπὶ δύο πλέθρα. 21.28.5 καὶ λαβόντες ἀρχὴν ἐκ ταύτης ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν ἐκ διαδοχῆς. 21.28.6 ἐφʼ ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος. 21.28.7 ὡς δὲ μέγας σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παράλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων. ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν, 21.28.8 ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν ὀρυττόντων ἔξωθεν. 21.28.9 ἐπεὶ δʼ ἐσημειώσαντο τὸν τόπον, καθʼ ὃν ἐδήλου τινὰ τῶν χαλκωμάτων διὰ τῆς συμπαθείας, ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρχουσαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζόμενοι τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις. 21.28.10 ταχὺ δὲ τούτου γενομένου, διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυλωκέναι τόπον ἱκανὸν τοῦ τείχους ἐφʼ ἑκάτερον τὸ μέρος τοῦ μετάλλου, συνέπεσον ἀλλήλοις.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.27.6 Polyb. 21.28.7 (English) >>Polyb. 21.28.13

Powered by PhiloLogic