Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.28.13 Polyb. 21.29.1 (English) >>Polyb. 21.29.10

21.28.16 τό τε πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρεσθαί τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον. 21.28.17 ὥστε καὶ λίαν κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κωλύειν οὔθʼ ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγμασι τὸν καπνόν. 21.28.18 τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. —

21.29.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων. 21.29.2 τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν· 21.29.3 πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν. 21.29.4 ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετʼ ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην· γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν. 21.29.5 πάντων δὲ τούτων ἡθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις. 21.29.6 μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.28.13 Polyb. 21.29.1 (English) >>Polyb. 21.29.10

Powered by PhiloLogic