Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.29.5 Polyb. 21.29.13 (English) >>Polyb. 21.30.8

21.29.11 οὗτος δʼ ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός· ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. 21.29.12 ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν. 21.29.13 ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν. 21.29.14 οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφʼ τοὺς Αἰτωλοὺς ὑποσπόνδους ἀπελθεῖν· 21.29.15 τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τηροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν.

21.30.1

δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις, 21.30.2 ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δʼ ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθʼ ἕκαστον ἔτος· 21.30.3 ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρʼ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων· 21.30.4 πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.29.5 Polyb. 21.29.13 (English) >>Polyb. 21.30.8

Powered by PhiloLogic