21.29.2 ὅ τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν·
21.29.3 πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν.
21.29.4 ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετʼ ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν.
21.29.5 πάντων δὲ τούτων ἡθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις.
21.29.6 ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν.
21.29.7 πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν.
21.29.8 τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις περὶ τῶν ἐνεστώτων,
21.29.9 οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμιλοῦντες, πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ.
21.29.10 τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον·