Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.31.6 Polyb. 21.31.15 (English) >>Polyb. 21.32.7

21.31.12 ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις· 21.31.13 ἐπεὶ δʼ ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν, 21.31.14 τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, ἐγένοντο δʼ αὑτοῖς αἴτιοι κακῶν. 21.31.15 ἀνθʼ ὧν ὑμᾶς δεῖ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφʼ ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων. 21.31.16 μὲν οὖν Ἀθηναῖος ταῦτʼ εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς.

21.32.1

Δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. 21.32.2 δῆμος τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν τοῦ δήμου τῶν Ῥωμαίων 21.32.3 . πολεμίους μὴ διιέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δημοσίᾳ βουλῇ. 21.32.4 καὶ ἐὰν πολεμῶσιν πρός τινας Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς δῆμος τῶν Αἰτωλῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.31.6 Polyb. 21.31.15 (English) >>Polyb. 21.32.7

Powered by PhiloLogic