Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.30.10 Polyb. 21.31.4 (English) >>Polyb. 21.31.12

21.30.16 ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.

21.31.1

Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον· 21.31.2 παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης. 21.31.3 ἀφικομένων δʼ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως· 21.31.4 ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. 21.31.5 διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. 21.31.6 καὶ γὰρ ἐδόκει μετὰ Δάμωνʼ Κιχησίου Λέων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον. 21.31.7 ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλʼ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον· ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, 21.31.8 ἐν τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.30.10 Polyb. 21.31.4 (English) >>Polyb. 21.31.12

Powered by PhiloLogic