Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.30.14 Polyb. 21.31.7 (English) >>Polyb. 21.31.15

21.31.4 ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. 21.31.5 διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. 21.31.6 καὶ γὰρ ἐδόκει μετὰ Δάμωνʼ Κιχησίου Λέων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον. 21.31.7 ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλʼ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον· ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, 21.31.8 ἐν τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. 21.31.9 εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλατταν. 21.31.10 καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτʼ εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτʼ ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων· 21.31.11 ἐπειδὰν δʼ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης· καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.30.14 Polyb. 21.31.7 (English) >>Polyb. 21.31.15

Powered by PhiloLogic