Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.32.8 Polyb. 21.32b.1 (English) >>Polyb. 21.33.2

21.32.13 ὅσαι χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊντίου καὶ Γναΐου Δομετίου στρατηγῶν ὕστερον ἑάλωσαν εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. 21.32.14 δὲ πόλις καὶ χώρα τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω. 21.32.15 τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν. —

21.32b.1

δὲ Φολούιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσήγαγε. —

21.32c.1

Ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα. 21.32c.2 κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ. 21.32c.3 πλὴν Φιλοποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν Λακεδαιμονίων πόλιν, καταφονεύσαντα τοὺς δεδορυφορηκότας τῇ τῶν τυράννων δυναστείᾳ. 21.32c.4 θεωρῶν δʼ ὅτι πάσης βασιλείας ἐπανορθώσεως αἴτια τὰ χρήματα γέγονεν, ἅτε φύσει νουνεχὴς ὢν καὶ στρατηγικός, περιεβα γένοιτο κομιδὴ τῶν ἔξω ποριζομένων χρημάτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.32.8 Polyb. 21.32b.1 (English) >>Polyb. 21.33.2

Powered by PhiloLogic