Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.32c.2 Polyb. 21.34.1 (English) >>Polyb. 21.34.10

21.33.1

Ὅτι καθʼ ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη τὸν περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, περὶ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν. — 21.33.2

δὲ κατευδοκήσας τῷ νεανίσκῳ κατὰ τὴν ἀπάντησιν, τοῦτον ἀπέλυσε παραχρῆμʼ εἰς τὸ Πέργαμον. —

21.34.1

Ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος, 21.34.2 καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετʼ ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης. — 21.34.3

Πλὴν συνεγγίζοντος Γναΐου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἑλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε, παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον. 21.34.4 καὶ ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων. 21.34.5 ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας. 21.34.6 γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.32c.2 Polyb. 21.34.1 (English) >>Polyb. 21.34.10

Powered by PhiloLogic