Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.34.4 Polyb. 21.34.12 (English) >>Polyb. 21.36.1

21.34.9 συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, 21.34.10 εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθεν μετὰ τῶν φίλων τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ πρὸς τούτοις ἠξίου προσδέξασθαι τὰ πεντεκαίδεκα τάλαντα τὸν Γνάιον· 21.34.11 ἐκράτει δὲ τῆς Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως. 21.34.12 δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. 21.34.13 ὅθεν Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν. —

21.35.1

Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰσίνδης προσαγορευομένης πόλεως, δεόμενοι σφίσι βοηθῆσαι· 21.35.2 τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασαμένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκνοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.34.4 Polyb. 21.34.12 (English) >>Polyb. 21.36.1

Powered by PhiloLogic