Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.35.4 Polyb. 21.37.1 (English) >>Polyb. 21.38.1

21.36.2 προαγόντων δʼ αὐτῶν παρὰ τὴν λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες αὑτοὺς εἰς τὴν πίστιν. 21.36.3 οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν Σαγαλασσέων γῆν καὶ πολὺ πλῆθος ἐξελασάμενος λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως ἐπὶ τίνος ἔσονται γνώμης. 21.36.4 παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν πεντήκοντα ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν μεδίμνους καὶ δισμυρίους πυρῶν, προσεδέξατο τούτους εἰς τὴν φιλίαν. —

21.37.1

Ὅτι Γνάιος στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς. 21.37.2 καὶ Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει τὸν Γνάιον τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδʼ ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις, 21.37.3 καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον. — 21.37.4

Γνάιος ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον. 21.37.5 καὶ παρʼ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσαμένου παραγίνονται Γάλλοι παρʼ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς Μητρὸς τῶν θεῶν, 21.37.6 ἔχοντες προστηθίδια καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.35.4 Polyb. 21.37.1 (English) >>Polyb. 21.38.1

Powered by PhiloLogic