Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.37.9 Polyb. 21.39.1 (English) >>Polyb. 21.39.9

21.38.5 ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν. 21.38.6 ὡς δʼ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος γύναι, καλὸν πίστις ναί, εἶπεν ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον. 21.38.7 ταύτῃ μὲν Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν. —

21.39.1

Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναΐου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, 21.39.2 παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρʼ αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων. 21.39.3 τοῦ δὲ Γναΐου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς· 21.39.4 ἀνακεχωρηκότος δʼ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν κοινολογησομένους ὑπὲρ τῶν ὅλων. 21.39.5 δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλεν μετὰ τριακοσίων ἱππέων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.37.9 Polyb. 21.39.1 (English) >>Polyb. 21.39.9

Powered by PhiloLogic