Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.38.7 Polyb. 21.39.7 (English) >>Polyb. 21.39.14

21.39.4 ἀνακεχωρηκότος δʼ αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσιν κοινολογησομένους ὑπὲρ τῶν ὅλων. 21.39.5 δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλεν μετὰ τριακοσίων ἱππέων. 21.39.6 οἱ δὲ τῶν Γαλατῶν πρέσβεις ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δʼ ἐπιθεῖναι τοῖς προειρημένοις κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν· 21.39.7 τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος στρατηγὸς ἔλθοι πρὸς αὐτούς. 21.39.8 τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν. 21.39.9 ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον· εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. 21.39.10 ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.38.7 Polyb. 21.39.7 (English) >>Polyb. 21.39.14

Powered by PhiloLogic