Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρʼ ἑτέρων πλειόνων, συμφοροῦσαι στεφάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας.
συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θʼ ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν
σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας.