Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.39.11 Polyb. 21.41.2 (English) >>Polyb. 21.41.8

21.40.1

Ἐν η τῆς πράξεως τῆς περὶ τὸν Ἀριαράθην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ π διετε οι τοῖς πολεμίοις ἐγένοντο.

C. Olymp. 147, 4. Res Asiae 21.41.1

Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρʼ ἑτέρων πλειόνων, συμφοροῦσαι στεφάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας. 21.41.2 ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας. 21.41.3 ἦλθε δὲ καὶ παρʼ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν. 21.41.4 ὁμοίως δὲ καὶ παρʼ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθʼ αὑτόν. 21.41.5 διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς τί πράξας δύναιτʼ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.39.11 Polyb. 21.41.2 (English) >>Polyb. 21.41.8

Powered by PhiloLogic