Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.39.14 Polyb. 21.41.6 (English) >>Polyb. 21.42.1

21.41.3 ἦλθε δὲ καὶ παρʼ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν. 21.41.4 ὁμοίως δὲ καὶ παρʼ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθʼ αὑτόν. 21.41.5 διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς τί πράξας δύναιτʼ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν. 21.41.6 δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπέστειλε, 21.41.7 τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. 21.41.8 πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. 21.41.9 μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνεργοῖς ταῖς πορείαις.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.39.14 Polyb. 21.41.6 (English) >>Polyb. 21.42.1

Powered by PhiloLogic