Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.41.3 Polyb. 21.41.9 (English) >>Polyb. 21.42.5

21.41.7 τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. 21.41.8 πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. 21.41.9 μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνεργοῖς ταῖς πορείαις. 21.41.10 ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατοπέδευσε. 21.41.11 συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θʼ ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν

σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας. 21.41.12 τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν.

21.42.1

Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπʼ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτʼ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.41.3 Polyb. 21.41.9 (English) >>Polyb. 21.42.5

Powered by PhiloLogic