Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.46.5 Polyb. 21.46.12 (English) >>Polyb. 22.1.1

21.46.9 περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν· 21.46.10 τῆς δʼ Ἀσίας Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν. 21.46.11 ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρʼ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. 21.46.12 σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφʼ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —

21.47.1

Ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρᾳκῶν πολλὰ δεινὰ ναρ Ῥωμαίων στρατιω οὐκ ἂν φήσειε κα εὐμαρὲς φυλαδι ἂν περὶ τὰς ἰδίας βαιν εστιν ν ησαμενους ν .εναιρομνς πράξεις



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.46.5 Polyb. 21.46.12 (English) >>Polyb. 22.1.1

Powered by PhiloLogic