Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.5.1 Polyb. 21.5.11 (English) >>Polyb. 21.6.6

21.5.7 οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων· 21.5.8 εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν. 21.5.9 χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. 21.5.10 φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. 21.5.11 ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον. 21.5.12 δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. 21.5.13 γραφεισῶν δὲ τῶν ὁμολογιῶν, μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.

III. Res Asiae 21.6.1

Οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον. — 21.6.2

Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.5.1 Polyb. 21.5.11 (English) >>Polyb. 21.6.6

Powered by PhiloLogic