Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.4.10 Polyb. 21.5.4 (English) >>Polyb. 21.5.12

21.4.14 ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.

21.5.1

Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων· 21.5.2 οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. 21.5.3 ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθʼ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον. 21.5.4 διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας. 21.5.5 οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα. 21.5.6 τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφʼ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον, 21.5.7 οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 21.4.10 Polyb. 21.5.4 (English) >>Polyb. 21.5.12

Powered by PhiloLogic